Κυριακή 11 Μαρτίου 2018
Παρασκευή 9 Μαρτίου 2018
Γ Χαιρετισμοι
Χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.... / Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι....
Χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.... / Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι....
Ακάθιστος Ύμνος - Γ' Στάσις
Νέαν ἔδειξε κτίσιν,
ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτὴν βοῶντες· Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας, χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας. Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα, χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα. Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί, χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί. Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις, χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις. Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις, χαῖρε, πολλῶν πταιόντων συγχώρησις. Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας, χαῖρε, στοργὴ πάντα πόθον νικῶσα. Χαῖρε, Νύμφη ἀνύμφευτε. Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος· βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοώντας· Ἀλληλούια. Ὅλως ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα· Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα, χαῖρε, σεπτοῦ μυστηρίου θύρα. Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα, χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα. Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ, χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ. Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα, χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα. Χαῖρε, δι' ἧς ἐλύθη παράβασις, χαῖρε, δι' ἧς ἠνοίχθη παράδεισος. Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας, χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων. Χαῖρε, Νύμφη ἀνύμφευτε. Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα, τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως· Ἀλληλούια. Ρήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν, τὸ πῶς καὶ Παρθένος μένεις, καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριο ν θαυμάζοντες, πιστῶς βοῶμεν· Χαῖρε, σοφίας Θεοῦ δοχεῖον, χαῖρε, προνοίας αὐτοῦ ταμεῖον. Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα, χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα. Χαῖρε, ὅτὶ ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί, χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί. Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα, χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα. Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα, χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα. Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι, χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων. Χαῖρε, Νύμφη ἀνύμφευτε. Σῶσαι θέλων τὸν κόσμον, ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει· Ἀλληλούια. |
Παρασκευή 2 Μαρτίου 2018
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη....
|
Ακάθιστος Ύμνος - Α' Στάσις
Ἄγγελος πρωτοστάτης,
οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα· Χαῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει. Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις, χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς, χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς. Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως. Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης. Χαῖρε, Νύμφη ἀνύμφευτε. Βλέπουσα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως, τὴν κύησιν πὼς λέγεις κράζων· Ἀλληλούια. Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· ἐκ λαγόνων ἁγνῶν, υἷον πῶς ἔσται τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω· Χαῖρε, βουλῆς ἀπορρήτου μύστις, χαῖρε, σιγῆς δεομένων πίστις. Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον, χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον. Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι' ἧς κατέβη ὁ Θεός, χαῖρε, γέφυρα μετάγουσα ἀπὸ γῆς πρὸς οὐρανόν. Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα, χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα. Χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα, χαῖρε, τὸ πῶς μηδένα διδάξασα. Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν, Χαῖρε, πιστῶν καταυγάζουσα φρένας. Χαῖρε, Νύμφη Ἀνύμφευτε. Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμω· καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούια. Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ. Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν, τὸν ταύτης ἀσπασμὸν ἔχαιρε, καὶ ἅλμασιν ὡς ἄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον· Χαῖρε, βλαστοῦ ἀμάραντου κλῆμα, χαῖρε, καρποῦ ἀκήρατου κτῆμα. Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον, χαῖρε, φυτουργὸν τῆς ζωῆς ἠμῶν φύουσα, Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν, χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν. Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις, χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις. Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα, χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα. Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία, χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία. Χαῖρε, Νύμφη ἀνύμφευτε. Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη· πρὸς τὴν ἄγαμόν σὲ θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν, ἐκ Πνεύματος Ἁγίου, ἔφη· Ἀλληλούια. |
Τρίτη 30 Ιανουαρίου 2018
Εγγραφή σε:
Αναρτήσεις (Atom)


































































